Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.128
Not analysed yet
περὶ τῆς δυσπνοίας ἐπίπονον ἔφησεν αὐτὴν γεγονέναι, πιθανὸν ἂν ἦν ἀκοῦσαι τῷ παντὶ σώματι κοπώδη σχεῖν αἴσθησιν τὴν γυναῖκα ταύτην. ἐπεὶ δὲ πυκνοπνεύματον αὐτὴν εἶπεν εἶναι, προσηκόντως ἄν τις ἀκούσειεν ἐπὶ τοῦ θώρακος εἰρῆσθαι τὸν πόνον γεγονέναι. μετρίου δ' ὄντος αὐτοῦ συνέβη τι καὶ ἄλλο σύμπτωμα τοιόνδε· βάρος τι διὰ τῶν χειρῶν ἀραμένη παραχρῆμα μὲν ᾔσθετό τινος ἐν τῷ στήθει ψόφου, ῥαγέντος ὡς εἰκὸς τοῦ φύματος, τῇ δ' ὑστεραίᾳ διαδοθέντος ἕως τῆς τραχείας ἀρτηρίας τοῦ περιεχομένου κατὰ τὸ φῦμα χυμοῦ τήν τε τοῦ πνεύματος πυκνότητα ἐπιταθῆναι συνέβη καὶ μηκέθ' ἁπλῶς εἶναι πυκνόπνοιαν, ἀλλ' ἤδη τὸ καλούμενον ἆσθμα. κατὰ βραχὺ δ' ἀναπτυσθέντος τούτου τελέως ἐπαύσατο τῇ γυναικὶ ταύτῃ τὰ τῆς δυσπνοίας. ἄχρι μὲν δὴ τούτου ζήτημ' οὐδέν ἐστιν, ἀλλ' εὐλόγως ἅπαντα γέγονε. διὰ τί δὲ συνεπετάθη τε καὶ συνερρᾳστώνησε τοῖς κατὰ θώρακα <τὰ κατὰ> τὸ ἰσχίον, εἰκό|