Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.129
Not analysed yet
τως ἄν τις ζητήσειεν, οὐκ οὔσης τινὸς κοινωνίας ἰσχίῳ πρὸς θώρακα, καθάπερ ἐστὶ τοῖς γεννητικοῖς μορίοις. ἴσως οὖν ἀσθενέστερον ἔχουσα τὸ ἰσχίον ἤλγησε, κατὰ τὸν αὐτὸν χρόνον ἀφικομένων τινῶν χυμῶν εἰς αὐτὸ περιττῶν. οὐ γὰρ ἀναφαίνεται τοῖς κοινωνίαν ἔχουσι φυσικὴν μορίοις ἡ συμπάθεια γινομένη φθασάντων ἐνίοτε δέξασθαι τῶν ἀσθενῶν τὴν περιουσίαν τῶν λυπούντων χυμῶν. <ἔγραψε γὰρ τὰ ἀφρώδη τῶν πτυσμάτων τὴν τῶν χυμῶν> φύσιν ἐνδεικνύμενα. τὰ μὲν γὰρ ἀφρώδη φλεγματικὸν εἶναι δηλοῖ τὸν χυμόν, τὰ δὲ ἀνθηρὰ τὸ αἷμα πλεονάζειν, ὥσπερ γε τὰ ὠχρὰ τὴν ὠχρὰν καὶ ξανθὴν ὀνομαζομένην χολήν, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ μέλανα τὴν μέλαιναν. λέλεκται δ' ἤδη πολλάκις, ὡς, ὅταν ἁπλῶς εἴπῃ χολώδη, τὴν ὠχράν τε καὶ ξανθὴν ὀνομαζομένην σημαίνει χολήν, <τοῖς δὲ> εἴδεσι τῶν ἄλλων χολῶν τὴν χρόαν προσγράφει. καὶ γὰρ ἰώδης ἐμεῖται χολὴ καὶ ὑπέρυθρος καὶ μέλαινα καὶ ὀρφνώδης. τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσγεγραμμένον ὡς ἐπόνει μᾶλλον ἐν ταῖς τῆς χειρὸς ἐνεργείαις πρὸς ἔνδειξιν τῆς συμ|