Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.130
Not analysed yet
παθείας εἴρηται. ἀκηκόατε δ' ἤδη καὶ κατ' ἄλλον λόγον, ὁπότε τὰ τοῦ θώρακος ἄνω πάσχοι, κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον, εὐλόγως τὰς χεῖρας εἰς συμπάθειαν ἔρχεσθαι νεύρων εἰς αὐτὰς ἀφικνουμένων ἐκ τούτων τῶν μεσοπλευρίων. εἰκὸς δ' ἐστὶ καὶ ῥαγῆναί <τι> κατὰ τὸ δεξιὸν μέρος τοῦ θώρακος, ἡνίκα τὸ ἄχθος ἀνήρατο, καὶ διὰ τοῦτο κατ' εὐθυωρίαν ἰσχίον παθεῖν τὸ δεξιόν. καὶ εἴπερ τῷ γενομένῳ πάθει τῶν νεύρων ἐν τῷ βάρος ἆραι τὴν γυναῖκα συνέπαθεν ὁ θώραξ τῇ χειρί, πιθανόν ἐστι κατ' ἐκεῖνα μάλιστα τὰ μέρη παθεῖν αὐτόν, ὅθεν ἡ τῶν νεύρων ἐστὶν ἔκφυσις ἐπὶ τὰς χεῖρας. Ταύτην εἴργεσθαι σκορόδου, χοίρου, ὄϊος, βοός, ἐν δὲ τοῖσι ποιευμένοισι βοῆς, ὀξυθυμίης. Διάφοροι καὶ κατὰ τήνδε τὴν ῥῆσιν αἱ γραφαὶ γεγόνασιν, ἐνίων μὲν γραψάντων ἐν ἀρχῇ κατὰ δοτικὴν πτῶσιν |