Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.14
Not analysed yet
Ὑφεῖναι τῶν πόνων, εἰ λύεται. Κἀνταῦθα γράφουσί τινες <ἀντὶ τοῦ "εἰ λύεται" τὸ "εἰ ἐρείπεται", ὥστε τὸν λόγον γενέσθαι τοιοῦτον· >ὑφεῖναι τῶν πόνων, εἰ ἐρείπεται. ἡ δ' οὖν τοῦ λόγου δύναμίς ἐστι τοιάδε· πᾶσα κένωσις ἐὰν μὴ κατὰ βραχὺ γένηται, τήν τε δύναμιν καταλύει καὶ τὴν τοῦ σώματος ἕξιν ἀθρόως διαφορεῖ. διὰ τοῦτ' οὖν ἔνιοι μὲν ἔγραψαν ὑφεῖναι τῶν πόνων, εἰ λύεται, τὴν ἀθρόαν κένωσιν ἐκ τοῦ λύεσθαί γε δηλοῦσθαι βουλόμενοι. ***τινὲς δὲ ᾗ εἰρύεται γράφουσι προστιθέντες τὸ ἦτα καὶ περισπῶντες καὶ μετὰ <τοῦ> ἰῶτα γράφοντες, ἵνα σημαίνηται "τῶν πόνων ὑφεῖναι ἢ ὑφιέναι, καθότι ἂν εἰρύηται ὁ ἄνθρωπος." αὐτὸ δὲ τὸ "εἰρύεσθαι" κατά τε τῆς τοῦ σώματος συμπτώσεως καὶ κατὰ τῆς ἐν τῇ δυνάμει καταπτώσεως εἰρηκέναι φασίν, ὡς γενέσθαι τὸν λόγον τοιοῦτον· "ὑφεῖναι τῶν πόνων <δεῖ>, ὁπόταν ἥ τε δύναμις καταπίπτῃ καὶ τὸ σῶμα διαφορῆται." καὶ μέντοι καὶ οἱ τὸ "ἐρείπεται" γρά|