Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.131
Not analysed yet
τὸ ταύτῃ καὶ ποιησάντων τὴν γραφὴν τοιάνδε· ταύτῃ εἴργεσθαι χοίρου, σκορόδου, ὄϊος, βοός, <ἐνίων δέ, ὡς καὶ ἡμεῖς, ἀντὶ τοῦ "ταύτῃ" τὸ ταύτην γραψάντων,> ἐνίων δὲ χωρὶς τοῦ ταύτην, ἀρξαμένων γ' ἀπὸ τοῦ εἴργεσθαι. <προς>υπακούειν δ' ἀξιοῦσιν ἅπαντες τὸ "ἔδοξεν ἡμῖν τοῖς ἰωμένοις αὐτὴν" ἢ "συνεβουλεύσαμεν αὐτῇ" <ἢ> "συμφέρει" <ἢ> ὁτιοῦν τοιοῦτον. καὶ διὰ τοῦτο περὶ τῆς γραφῆς οὐ προσήκει σπουδάζειν, ἀλλ' ὅπερ ἄν τις ἐθέλῃ, γράφειν ἐπιτρέπειν, ἐπειδὴ τὰ τῆς διανοίας φυλάττεται κοινά. ἐάσαντες οὖν τὴν ἐν λέξει λεπτολογίαν ἐπὶ τὰ διδασκόμενα πράγματα μεταβαίνωμεν <βοη>θοῦντα τῇ προειρημένῃ γυναικί. καὶ τοῖς ἄλλοις δὲ δηλονότι τοῖς οὕτω διακειμένοις συμφέρει χοιρείων τε κρεῶν ἐδωδῆς καὶ βοείων καὶ προβατείων <σκορόδου τε καὶ τῆς χρήσεως τῶν ἄλλων> ἀπέχεσθαι, τούτων μὲν ὡς ἰσχυρῶν τε καὶ δυσπέπτων, σκορόδου δὲ ὡς δριμέος τε καὶ διαβρωτικοῦ, βοῆς δέ, ὡς οὐ μόνον τὰ προερρωγότα τῶν ἀγγείων ἐπιρρήττειν δυναμένης, ἀλλὰ καὶ τὰ μήπω πρότερον πεπονθότα, <ὀξυθυμίας δὲ ὡς δυναμένης τοὺς τόπους πεπονθότας> τοὺς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀδικεῖν, τάσιν τέ τινα καὶ θερμασίαν καὶ πνευμάτωσιν ἐν αὐτοῖς ἐργαζομένης. δῆλον δ' ὅτι ταῦτα μὲν ὡς παραδείγματα εἴ|