Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.132
Not analysed yet
ρηται τῷ Ἱπποκράτει, συμβουλεύει δ' ἀπέχεσθαι πάντων μὲν τῶν δυσπέπτων, πάντων δὲ τῶν δριμέων, ἁπάντων δὲ τῶν κακοχύμων καὶ προσέτι τῶν βιαίαν τινὰ τάσιν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργαζομένων. Ὧι ἐν τῇ κεφαλῇ ἐνέμετο [ἔπαρμα], <ᾧ> πρῶτον ἡ στυπτηρίη ἡ κεκαυμένη ἐνήρμοσεν, εἶχεν ἄλλην [πρώτην] ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἔμελλεν ἀποστήσεσθαι, ἀπέστη ἑξηκοσταῖον ὑπὲρ τοῦ ὠτὸς ἄνω, πρὸς κορυφὴν τὸ τρῶμα ἦν. Ἔνια τῶν οὕτως γεγραμμένων ἴσως μὲν αὐτῷ τῷ γράψαντι πρὸς ἀνάμνησιν ἦν ὠφέλιμα, τοῖς δ' ἐντυγχάνουσιν ἡμῖν οὐ πάνυ σαφής ἐστιν ἡ ἐξ αὐτῶν ὠφέλεια. διηγεῖται γάρ τινος ἐν τῇ κεφαλῇ νομῶδες ἕλκος ὠφελεῖσθαι τὸ πρῶτον ὑπὸ τῆς κεκαυμένης στυπτηρίας. εἶναι μέντοι <γ'> αὐτῷ καὶ κατ' ἄλλον τινὰ τόπον ἀπόστασιν, ἔνθα καὶ ὀστοῦν ὕστερον ἀπέστη. προσγέγραπται δὲ καὶ τὸ πεπονθὸς μέρος |