Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.133
Not analysed yet
τῆς κεφαλῆς, ἀλλ' αὐτῷ σπάνιον τὸ πρᾶγμα <ἐδόκει, διὸ> καὶ συμβουλὴν οὐδεμίαν ἔγραψε, μόνα τὰ γενόμενα διηγησάμενος. Τὰ κῶλα ἔχει οἷα κυνός, μείζω δέ· ἤρτηται ἐκ τῶν μεσοκώλων. ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα. Εὔδηλον ὅτι καὶ ταῦτα ἔγραψεν εἰς ἀνάμνησιν ἑαυτῷ τῶν ἀνατομικῶν ὄντα θεωρημάτων. ὁ γὰρ ἄνθρωπος ὁμοίαν ἔχει κυνὶ τὴν τῶν κώλων φύσιν, ἀλλὰ καὶ μείζω φησὶν εἶναι αὐτὰ καὶ ἠρτῆσθαι ἐκ τῶν μεσοκώλων, ὡς εἰ καὶ "μεσεντερίων" εἰρήκει, γενικώτερον μὲν γὰρ ὄνομα τὸ τῶν μεσεντερίων ἐστίν, εἰδικώτερον δὲ τὸ τῶν μεσοκώλων. τοιοῦτον δὲ ἄλλο περὶ τῶν κατὰ τὴν νῆστιν ἐντέρων ἢ τῶν ἄλλων λεπτῶν οὐκ ἔστιν ὄνομα. "μεσονήστιον" γὰρ ἤ τι τοιοῦτον οὐδεὶς εἴρηκεν. ἔστι μὲν οὖν συνεχῆ τὰ μεσεντέρια τά τε τῶν λεπτῶν καὶ τῶν παχέων· ὅμως δὲ περι|