Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.134
Not analysed yet
γραφάς τινας ἰδίας <οὐκ ἔχειν> φαίνεται καὶ χωρίζεσθαι μάλιστα κατὰ τὰς ἐν αὐτοῖς φλέβας. ἰδίᾳ μὲν γὰρ μία φλὲψ εἰς τὸ τῶν λεπτῶν ἐντέρων μεσεντέριον, ἰδίᾳ δὲ εἰς τὸ τῶν παχέων, ἃ δὴ κῶλα προσαγορεύουσι, κατασχίζεται, συγκατασχιζομένης ἑκατέρᾳ τῇ φλεβὶ δηλονότι καὶ ἀρτηρίας. τὸ δ' ἄρτημα τοῦ μεσεντερίου, καθάπερ γε καὶ τὸ τοῦ μεσοκώλου (συνεχὲς γὰρ ὅλον ὄν, ὡς ἔφην) εἰς ἕνα τινὰ τῶν κατὰ τὴν ὀσφὺν ἀνήκει σπονδύλων μετὰ τὸ διάφραγμα κείμενον. ὑπόκειται δ' οὗτος τῇ γαστρί. τό γε μὴν ἄρτημα τοῦτο πᾶν ὁμοιότατόν ἐστι νεύρῳ, καίτοι σύνδεσμος ὂν τὴν οὐσίαν. ὅσα γὰρ ἐξ ὀστῶν πέφυκεν ἄναιμα σώματα, <"συνδέσμους" ὀνομάζομεν· ἀλλ' ἐπειδὴ> παραπλήσια τοῖς νεύροις ἐστί, "νεῦρα συνδετικὰ" προσαγορεύουσιν αὐτὰ πολλοὶ τῶν ἰατρῶν ἀντιδιαιρούμενοι τοῖς προαιρετικοῖς. εἴρηται δὲ καὶ νῦν ἐν τῇδε τῇ ῥήσει κατὰ τὴν τῶν νεύρων προσηγορίαν διὰ τὴν ὁμοιότητα. |