Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.135
Not analysed yet
Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρῶς δρῆν ἢ ποτὰ ἢ βρωτά, <ἢ> ἃ ὁρῇ, μαλθακῶς ὅσα ψαύει· ἄλλαι· <ἃ> μὴ μεγάλα βλάπτει, ἢ [μὴ] εὐανάληπτα, οἷον τὸ ψυχρόν, ὅκου τοῦτο δεῖ. Τίνα χρὴ χαρίζεσθαι τὸν ἰατρὸν τοῖς κάμνουσι καὶ τίνα μή, κατὰ τοῦτο τὸ βιβλίον ἐπισκεψάμενοι τελέως ἀρκεσθησόμεθα, <ὥστε,> καθάπερ <κ>ἀπὶ τῶν ἄλλων ἁπάντων εἰώθαμεν ποιεῖ<ν ἕκα>στόν τι τελέως τῆς διδασκαλίας αὐτῶν ἅπαξ εἰπόντες, αὖθις ἐν ἑτέροις μηκέτι διέρχεσθαι τὸ σύμπαν, ἀλλὰ μόνον τὸ κεφάλαιον. εἴρηται μὲν οὖν κἀν τοῖς Ἀφορισμοῖς εἰς τόδε τὸ σκέμμα γράψαντος αὐτοῦ· "τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ τῶν βελτιόνων μέν, ἀηδεστέρων δὲ μᾶλλον <αἱρετέον," κἀν τοῖς εἰς αὐτοὺς ὑπομνήμασιν ὁ Ἱπποκράτης ἡμῖν δέδεικται τῇ> μὲν προχείρῳ φαντασίᾳ χαριζόμενός τι τοῖς κάμνουσιν εἰς ἡδονήν, οὐ μὴν τῇ γ' ἀληθείᾳ τοῦτο πράττων. ὅσα γὰρ ἥδιον προσφερόμεθα τῶν ὀλίγον χείρονα τὴν φύσιν ἐχόντων, ἄμει|