Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.136
Not analysed yet
νον ταῦτα πέττομεν. ἔστι δὲ συμφορώτατον τοῖς νοσοῦσι καλῶς πεφθῆναι τὸ ληφθέν. ἐν δὲ τῷ νῦν προκειμένῳ λόγῳ γένους ἑτέρου καὶ πράγματος ἐμνημόνευσεν, ἐν ᾧ κεχαρισμένον τε καὶ ἡδὺ τοῖς νοσοῦσιν ὁ ἰατρὸς πράττει μηδὲν τῇ νόσῳ λυμαινόμενος, ὥσπερ ὅταν ἐπιτρέψῃ πρὸ τοῦ καιροῦ λούσασθαι καὶ πιεῖν καὶ φαγεῖν ὀπώρας τινὰς ἢ ψυχρὸν ὕδωρ πιεῖν. ἐνίοτε μὲν γὰρ ὠφέλιμος καιρὸς ἑκάστου τῶν εἰρημένων ἐπὶ τῆς ὑστεραίας ἐστί. καταναγκάζουσι δὲ τοὺς ἰατροὺς οἱ κάμνοντες, ὥστε προλαβεῖν ἡμέρᾳ μιᾷ συγχωροῦσί τε πολλάκις ἔνιοι τοῖς νοσοῦσιν ἑτοίμως αὐτὰ ταῖς ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντες ἕνεκα τοῦ πλείονα λαβεῖν μισθόν. ἀλλὰ ταῦτα μὲν οὐ κατὰ τὸν λόγον τῆς τέχνης γίνεται, τὸ δ' ἐν Ἀφορισμοῖς εἰρημένον ὅσα τε νῦν διεξέρχεται χρησίμως τοῖς κάμνουσι συγχωροῦσιν οἱ ἄριστοι τῶν ἰατρῶν. ἡ χρεία δὲ τῶν νῦν ἐφεξῆς ὑπ' αὐτοῦ γεγραμμένων εἰς τὴν εὐπείθειαν ἀναφέρεται τῶν καμνόντων· οὓς γὰρ ἂν ἡδέως ὁρῶσι, τούτοις μᾶλλον πείθονται. καὶ κατὰ τοῦτο μήτηρ καὶ πατὴρ ἔπεισαν τέκνον ἀνόρεκτον |