Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.137
Not analysed yet
καὶ αὐτὸ βιάσασθαι προσενέγκασθαι σιτίον, οὐδενὸς ἄλλου πεῖσαι δυνηθέντος· οὕτω καὶ τέκνον ἔπεισε πατέρα καὶ μητέρα καὶ ἀδελφὸς ἀδελφὸν καὶ φίλος φίλον. οὓς δ' ἂν ἀηδῶς ὁρῶσιν οἱ ἄνθρωποι, κἂν τὰ συμφέροντα συμβουλεύωσιν, <τούτοις> ἀπειθοῦσιν. πρὸς τὴν τοιαύτην οὖν εὐπείθειαν αὐτὸς ὁ Ἱπποκράτης ἔλεγε καὶ τὰς προρρήσεις ὠφελεῖν ἡμᾶς καὶ ὅλως τὸ θαυμάζεσθαι τὸν ἰατρὸν ὑπὸ τοῦ κάμνοντος. οὕτω γέ τοι καὶ παρ' ἡμῖν ἐν Περγάμῳ τοὺς θεραπευομένους ὑπὸ τοῦ θεοῦ πειθομένους ὁρῶμεν αὐτῷ πεντεκαίδεκα πολλάκις ἡμέραις προστάξαντι μηδ' ὅλως πιεῖν, οἳ τῶν ἰατρῶν μηδενὶ προστάττοντι πείθονται. μεγάλην γὰρ ἔχει ῥοπὴν εἰς τὸ πάντα ποιῆσαι τὰ προσταττόμενα τὸ πεπεῖσθαι τὸν κάμνοντα βεβαίως ἀκολουθήσειν ὠφέλειαν ἀξιόλογον αὐτῷ. τούτων ἔξωθέν ἐστι τὰ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα, περὶ ὧν ἤδη λέγωμεν ἕκαστον ἰδίᾳ προχειριζόμενοι κατὰ τὴν προγεγραμμένην λέξιν· οἷον τὸ καθαρῶς δρᾶν ποτὰ ἢ βρωτά. πολλὰ πολλάκις ὁ ἰατρὸς τῷ κάμνοντι προσφέρει ποτὰ καὶ βρωτὰ