Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.15
Not analysed yet
φοντες ἐπὶ τὴν τῆς δυνάμεως κατάπτωσιν <ἀνα>φέρουσι τὸν λόγον. Ὁμοίως γὰρ [ὅλον] συμπίπτει. Τῇ προγεγραμμένῃ ῥήσει ταύτην ἐφεξῆς εὗρον ἐν τοῖς παλαιοῖς ἀντιγράφοις πᾶσιν. ἴσασι δὲ αὐτὴν οὕτως ἔχουσαν καὶ οἱ παλαιοὶ τῶν ἐξηγητῶν καὶ μέντοι καὶ τῶν νεωτέρων οἱ περὶ Σαβῖνον· οὐ μὴν εἰρήκασί γέ τινα ἐξήγησιν εἰς αὐτήν. ὅλην γὰρ τὴν προειρημένην ῥῆσιν προγράψαντες, εἶτ' ἐξηγησάμενοι τὰ κατὰ μέρος ἐν αὐτῇ ταύτης τῆς λέξεως τὴν ἐξήγησιν οὐκ εἶπον, ὥσπερ οὐδὲ Ζεῦξις ἐκ τῶν παλαιῶν ἐξηγητῶν [εἷς] ὢν καὶ αὐτός. ἔνιοι δέ φασιν εἰρῆσθαι πρὸς Ἱπποκράτους τὸ ὁμοίως γὰρ συμπίπτει τοιοῦτόν τι δηλοῦν βουλομένου· "ὥσπερ ἡ πλήρωσις βλάπτει καὶ διὰ τοῦτο δεῖ καθαιρεῖν αὐτήν, οὕτω καὶ ἡ περαιτέρω τοῦ προσήκοντος κένωσίς ἐστι βλαβερὰ |