Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.144
Not analysed yet
Εἴσοδοι, λόγοι, σχῆμα, ἐσθής, τῷ νοσοῦντι, κουρή, ὄνυχες, ὀδμή. Τούτων τὰ μὲν ἄλλα πάντα προφανῶς ἐπὶ τὸν ἰατρὸν ἀναφέρεται, μεταξὺ δ' αὐτῶν παρεγκείμενον <τὸ> τῷ νοσοῦντι παρέχει τινὰ ζήτησιν, ὅθεν ἔνιοι παντάπασιν ἐξελόντες αὐτὸ προσεποιήσαντο μηδ' ὅλως εὑρηκέναι γεγραμμένον. ἀλλ' οἵ γε παλαιοὶ τῶν ἐξηγητῶν ἴσασι καὶ ταύτην τὴν γραφήν. ἴσως δ' ἄν τινος εὐπορήσαιμεν εἰς αὐτὴν πιθανοῦ προεπισκεψάμενοι τῶν εἰρημένων ἕκαστον ἰδίᾳ. καὶ πρώτας γε <ἔλεγε> τὰς πρὸς τὸν κάμνοντα τῶν ἰατρῶν εἰσόδους ὅσαι κεχαρισμένως αὐτοῖς γίνονται. τινὲς μὲν γὰρ ἐνοχλεῖσθαι νομίζουσιν ὑπὸ τῶν πολλάκις αὐτοὺς ὁρώντων, ἔνιοι δὲ πάνυ τούτῳ σφόδρα χαίρουσιν. ἰατροὶ δέ τινές εἰσιν οἳ μέχρι τοσούτου μωραίνουσιν, ὡς καὶ τοῖς κοιμωμένοις ἐπεισιέναι μετὰ ψόφου ποδῶν ἢ φωνῆς μείζονος, ὑφ' ὧν ἐνίοτε διεγερ|