Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.16
Not analysed yet
παραπλησίως τῇ πληρώσει· συμπίπτει γὰρ ὑπ' αὐτῆς τὸ σῶμα βλαβερῶς, ὡς ἐπὶ τῆς πληρώσεως εἰς ὄγκον αἴρεται." μεμψάμενοι δ' ἔνιοι τὴν ἐξήγησιν ταύτην ὡς ἀπίθανον ἤτοι οὐδ' ὅλως ἔγραψαν τὸ μέρος τοῦτο τῆς ῥήσεως ἢ μετέγραψαν εἰς τήνδε τὴν λέξιν· "ἀθρόως γὰρ ἂν ῥυήσεται", παρακελεύεσθαι βουλόμενοι τὸν Ἱπποκράτην προσέχειν ἡμᾶς ἀκριβῶς τῇ καθαιρέσει τοῦ σώματος. ἀθρόως γὰρ αὐτοῖς γίνεσθαι <τὸ> διαφορεῖσθαι καὶ ῥεῖν ἐν τοῖς γυμνασίοις, ὅταν ἐφεξῆς ἡμέραις πολλαῖς ἐπιμείνῃ τις γυμνάζων μὲν αὑτὸν ἀξιολόγως, διαιτῶν δὲ λεπτῶς. Ὅταν δ' ἤδη συμπέσωσι, προσάγειν ὕεια ὀπτά. Διὰ τῶν προειρημένων ἀξιοῖ φυλάττεσθαι τὴν ἄμετρον καθαίρεσιν. ἐπεὶ δ' ἔσθ' ὅτε συμβαίνει περιπίπτειν ἀκουσίως, βούλεται καὶ πρὸς ταῦτα χρῆναι παρεσκευάσθαι τὸν ἰατρόν, <καὶ> ἐάν ποτε καθαίρεσις