Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.158
Not analysed yet
ἢ κύστιν ἐπιτήδεια πρὸς λίθων γένεσίν ἐστιν. καὶ τό γε ἐξαιθριάζειν οὐ μόνον τὸ ὕδωρ τὸ θερμανθέν, ἀλλὰ καὶ ἄλλ' ἅττα δοκεῖ μοι τοὺς ἰατροὺς ἐπινοεῖσθαι τῆς τοιαύτης διακρίσεως ἕνεκεν. ὅσα γὰρ ἐξ ἑτερογενῶν οὐσιῶν σύγκειται, κατὰ σμικρὰ μόρια τὴν μῖξιν ἐσχηκότα, ταῦτα ψυχόμενα μετὰ τὸ θερμανθῆναι ῥᾳδίως διακρίνεται. πρὶν δὲ ψυχθῆναι, μετὰ τὴν ἕψησιν ἔτι κυκᾶται καὶ διὰ τοῦτο ἀναμέμεικται πάντ' αὐτοῦ τὰ μόρια. ψυχομένων δὲ τὸ μὲν βαρὺ καὶ γεῶδες ἐν αὐτοῖς ὑφιζάνει, τὸ δὲ κοῦφον ἐπιπολῆς ἵσταται. εἰ μὲν <οὖν> συνάπτοιτο τοῖς προειρημένοις ἐν οἷς ἔγραψεν ὁ Ἱπποκράτης τὰς τοῖς κάμνουσι χάριτας, ὁ περὶ τῶν ὑδάτων ἑψήσεως λόγος ἥ τε χρεία σαφής ἐστιν αὐτοῦ τό τε λεγόμενον αὐτὸ τάχ' ἂν εὕροιμεν ἀκριβῶς ὁποῖόν ἐστιν. εἰ δ' ἀποσχίσαντες ἀπὸ τῆς τῶν προειρημένων συνεχείας τὴν ἄρτι προκειμένην ῥῆσιν ἐπισκοποίμεθα, μεστὸς ἀποριῶν ὁ λόγος ἔσται. πρότερον οὖν αὐτὸν ὡς συνημμένον ἐξηγησόμεθα, λέγοντες ὕδατος ἐν αὐτῷ δηλοῦσθαι παρασκευὴν ἀβλαβῆ τοῖς μέλλουσι πίνειν ψυχρόν, ἣν |