Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.159
Not analysed yet
κἀγὼ ποιοῦμαι πολλάκις, ὅταν μέλλω τινὶ διδόναι τῶν νοσούντων ὕδωρ ψυχρόν, ἀπορῶν πηγῆς ἄμεμπτον ἐχούσης. ἐν Ῥώμῃ γὰρ ὥσπερ ἄλλα πολλὰ πλεονεκτήματα ἐν τῇ πόλει <πάρ>εστιν, οὕτω καὶ τὸ τῶν πηγῶν κάλλος τε καὶ πλῆθος οὐδεμιᾶς οὔτε δυσῶδες οὔτε φαρμακῶδες οὔτε θολερὸν οὔτ' ἀτέραμνον ἐχούσης ὕδωρ, ὥσπερ οὐδ' ἐν Περγάμῳ παρ' ἡμῖν. κατ' ἄλλας δὲ πόλεις πολλὰς οὐκ ὀλίγα μοχθηρὰ τῶν ὑδάτων ἐστί. τά γε μὴν ἐκ τῶν Τιβουρτίνων ὀρῶν ὕδατα διὰ τῶν λιθίνων ἀγωγῶν εἰς τὴν Ῥωμαίων πόλιν ἀγόμενα τῆς μὲν ἄλλης ἀπήλλακται κακίας, ἀτέραμνα δέ πώς ἐστιν, ὡς μήτε θερμαίνεσθαι ταχέως, ὥσπερ αἱ κατὰ τὴν πόλιν πηγαί, μήτε ψύχεσθαι μήτε ἕψεσθαι διὰ ταχέων ἐν αὐτοῖς ὥσπερ ἐν πηγαίοις, ὅσαπερ ἂν ἐμβάλλῃ τις ὄσπριά τε καὶ λάχανα καὶ κρέα. τούτων δ' ἄλλα κατ' ἄλλας χώρας πολὺ μᾶλλόν ἐστιν ἀτέραμνα καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων ὀνομαζόμενα σκληρὰ καὶ βαρέα διὰ τὸ πλήττεσθαί τε τὴν γαστέρα καὶ μετὰ τὴν πόσιν αἰσθάνεσθαι βάρους τοὺς πλείονας (εἰώθασι γὰρ ἀμέλει καὶ ἄλλα πολλὰ τῶν |