Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.160
Not analysed yet
ποιούντων αἰτίων ὁτιοῦν ἀπὸ τοῦ γινομένου παρονομάζειν), οὕτω γοῦν καὶ τοὐναντίον ὕδωρ τῷδε τὸ κάλλιστον ἐπαινοῦντες ὀνομάζουσι κοῦφόν τε καὶ μαλακόν. ἀλλὰ ταῦτά γε πάντα τὰ λελεγμένα χρήσιμα μέν ἐστι γινώσκεσθαι, διδάσκεται δ' οὐδὲν αὐτῶν ἐκ τῆς προκειμένης ῥήσεως οὔτ' οὖν ἀναποδείκτως οὔτε μετ' ἀποδείξεως οὔτε διὰ βραχέων ἀσαφέστερον οὔτε διηρθρωμένως μακρότερον. ἄμεινον οὖν ἐστι κατά γε τὴν ἐμὴν γνώμην ὑπερβαίνειν ὅλως τὰς τοιαύτας λέξεις. εἰ μὲν <οὖν κατὰ ταύτην τὴν ῥῆσιν> ὅπως χρὴ παρασκευάζειν ὕδωρ εἰς πόσιν ψυχρὸν ὁ Ἱπποκράτης προὔθετο γράφειν, ὁ νοῦς αὐτῆς ἔσται τοιοῦτος· ἐὰν ἕψωμεν ὕδωρ ἕνεκεν τῆς προειρημένης χρείας, ἤτοι γ' οὐδὲν ἐπιθήσομεν τοῖς ἀγγείοις ἐν οἷς ἕψομεν, ἀλλ' ἐπιτρέψομεν ὁμιλεῖν τῷ πέριξ ἀέρι τὸ ἑψόμενον, ἢ τοὐναντίον ἀποκλείσομεν τὸν ἀέρα, στεγνώσαντες πώματι τὸ ἀγγεῖον. αὐτὰ δὲ δὴ ταῦτα πάλιν ἤτοι κατὰ τὴν ἕψησιν αὐτὴν ἢ κατὰ τὴν ἐπ' αὐτῇ γενησομένην ψῦξιν εἰρῆσθαι δυνατὸν ἀκούειν ἐστί, πιθανώτερον μὲν ἐπὶ τῆς ψύξεως, |