Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.17
Not analysed yet
ἀθρόα γένηται, διδόναι τηνι|καῦτα συμβουλεύει κρέα ὕεια ὀπτά· κρέα μὲν ὕεια, διότι πολύτροφα, τὰ δὲ ὀπτά, διότι στερεὰν καὶ συνηγμένην εἰς ὀλίγον ὄγκον, οὐχ ὑγρὰν οὐδὲ πλαδαρὰν ἐργάζεται τὴν σάρκα. τινὲς δὲ ἀντὶ τοῦ προσάγειν "προσφέρειν" ὕεια ὀπτὰ γράφουσι, τὴν αὐτὴν μὲν φυλάττοντες ἔννοιαν, ὡς κυριωτέρῳ δὲ ῥήματι τῷ "προσφέρειν" ἀντὶ τοῦ προσάγειν χρώμενοι. Ὅταν δὲ πληρῶνται, σημεῖον· αὖθις τὸ σῶμα ἀνθηρὸν γίνεται. Καὶ τοῦτ' αὐτὸ διὰ βραχέων ὑπεγράψατο, κοινὸν ἁπάσης ἀναθρέψεως ὑπάρχον σημεῖον. ἀνθηρὸν γὰρ γίνεται τὸ σῶμα κατά τε τὰ γυμνάσια καὶ ἄλλως τοῖς ἐξ αἵματος χρηστοῦ τὴν ἀνάθρεψιν ἴσχουσιν. |