Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.161
Not analysed yet
ἀπιθάνως δ' ἐπὶ τῆς ἑψήσεως. οὐ γὰρ ἔχομεν εἰπεῖν, ἥντινα χρείαν ἡμῖν παρέξει κατὰ τὴν ἕψησιν ὁ περιέχων ἀὴρ [ἢ] κωλυόμενος ἐμπίπτειν τοῖς ἑψομένοις ὕδασιν. ἐπὶ δὲ τῆς μετὰ τὴν ἕψησιν ψύξεως, ἔνθα εὐποροῦμεν ἤτοι φρεάτων ἐν οἷς τὸ ἀγγεῖον <ἐνστήσομεν ἢ κρουνῶν ὑφ' οἷς> ὑποθήσομεν, ἀναγκαῖόν ἐστιν ἐπίθεμά τε ποιῆσαι τῷ ἀγγείῳ καὶ πάντοθεν ἀκριβῶς αὐτὸ στεγνῶσαι· ἔνθα δ' οὐδέν <ἐστι τοιοῦτον, ὡς ἐν Αἰγύπτῳ, κρεμάσαντες> τὸ ἀγγεῖον ἀπώμαστον <ἐῶμεν>, ὡς δέχηται τὸν ψυχρὸν ἀέρα. τινὲς δὲ τῶν ἐξηγητῶν, ὅσοι γε χωρὶς τοῦ συνάψαι τοῖς προειρημένοις ἀναγινώσκειν ἀξιοῦσι τὴν προκειμένην λέξιν, εἶναι μὲν αὐτῷ τὸν λόγον φασὶ περὶ τῶν μοχθηρῶν ὑδάτων, καὶ μάλισθ' ὅσα διὰ γεώδη τινὰ οὐσίαν ἐμφερομένην τοιαῦτ' ἐστί, μέτρον δ' εἰρῆσθαι τῆς ἑψήσεως, ἄχρι τοσούτου <γ'> αὐτὰ δεῖν ἕψειν, <ἕ>ως ἂν γένηται καθαρὰ καὶ διαυγῆ, δεξάμενα τὸν ἔξωθεν ἀέρα. διὰ γὰρ τὴν τούτου μῖξιν, οὐ δι' ἑαυτὰ λαμπρὰ φαίνεσθαι τὰ κάλλιστα τῶν ὑδάτων <φάσκουσί τινες> εἰς φυσιολογίαν ἑαυτοὺς ἐμβάλλοντες, ὑπὲρ ἧς οὐδένα λόγον ἀποδοῦναι δύνανται. λαμπρὸν γὰρ |