Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.168
Not analysed yet
κατὰ σύμπτωμα τῷ λόγῳ τοῦ νοσήματος, <οὐ μόνον τὰς δι'> ὁρμὰς τῆς φύσεως γινομένας κενώσεις ἐν νόσοις [καθάρσεις καὶ] "ἀποκαθάρσεις" ὠνόμασεν εἰπών· "καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῄεσαν". εἴρηται δὲ ταῦτα ὑπ' αὐτοῦ κατὰ τὴν λοιμικὴν διήγησιν ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν. Ἐμφανέως ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία. |