Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.169
Not analysed yet
Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐμφανέως ἴσον δύναται τῷ φανερῶς καὶ ἐπιδήλως· ἃ δ' ἐφεξῆς τούτῳ συνῆπται τῷ ἐγρηγορότι, προδήλως ἔχει, ἡγουμένου τοῦ Ἱπποκράτους τὰ <μὲν> ἔξω θερμότερα, τὰ δ' ἔνδον ψυχρότερα, τἀναντία δὲ συμβεβηκέναι τῷ καθεύδοντι. καὶ γὰρ καὶ φαίνονται τοῦτο μὲν ἐπιβλημάτων πλειόνων δεόμενοι, τοῦτο δὲ καὶ σκεπάσματος ἐπὶ τῆς κεφαλῆς, ὅταν ᾖ τὸ περιέχον ψυχρὸν ὡς ἐν χειμῶνι, καίτοι διὰ τῆς ἡμέρας οὐ δεόμενοι τούτων. ἀλλὰ καὶ τὸ μεῖζον ἀναπνεῖν ἐνδεικτικόν ἐστι τοῦ πλείονα θερμασίαν ἠθροῖσθαι κατὰ τὸ βάθος τοῦ σώματος. ὡσαύτως δὲ καὶ τὸ τὰς πέψεις τοῖς κοιμηθεῖσι γίνεσθαι μᾶλλον τῶν ἀγρυπνησάντων οὐ μόνον τὰς κατὰ τὴν κοιλίαν τῶν ἐδηδεσμένων σιτίων, ἀλλὰ καὶ τὰς ἐν ἥπατί τε καὶ ταῖς φλεψὶ τῶν χυμῶν ἐνδεικτικόν ἐστι τοῦ θερμότερα τοῖς κοιμωμένοις ἀποτελεῖσθαι τὰ κατὰ τὸ βάθος τοῦ σώματος, ὁμολογουμένου γε ἡμῖν καὶ προαποδεδειγμένου τοῦ τὸ ἔμφυτον θερμὸν αἰτιώτατον εἶναι πασῶν τῶν κατὰ τὸ σῶμα πέψεων. οὕτως γε κἀν τοῖς Ἀφορισμοῖς ἔγραψεν ἐπί τε τῶν ἡλικιῶν |