Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.170
Not analysed yet
καὶ τῶν ὡρῶν καὶ τῶν ἐπιτηδευμάτων, ἔνθα φησίν· "αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ· τροφῆς οὖν πλείονος δεῖται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί." ἐν τούτοις μὲν οὖν συντόμως ἔγραψε περὶ τῶν ἡλικιῶν, ἐν ἄλλῳ <δ'> ἀφορισμῷ μακρότερόν τε καὶ διὰ τοῦτο σαφέστερον εἰπὼν ὡδί· "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μή, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμόν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δεῖται." κατὰ μὲν οὖν τὰς ἡλικίας οὐ μεθισταμένης ἔσω τε καὶ ἔξω τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μαραινομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, ψυχροτάτη πασῶν ἡ <κρᾶσις> τῶν γερόντων ἀποτελεῖται. κατὰ δὲ τὸν χειμῶνα μεθισταμένης εἰς τὸ βάθος ἡ μὲν κοιλία καὶ τὰ σπλάγχνα θερμότερα, τὰ δ' ὑπὸ τῷ δέρματι ψυχρότερα γίνεται, καθ' ὅνπερ τρόπον καὶ τῆς γῆς φαίνεται τὸ βάθος ἐν τῷ χειμῶνι θερμὸν ὑπάρχον, ὡς καὶ τὰς πηγὰς