Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.18
Not analysed yet
Ἐν γυμνασίοις σημεῖον ὁ ἱδρὼς ὁ ῥέων στάγδην, ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν, ἢ σύμπτωσις ἐξ ἐπάρσιος. Λείπει κἀνταῦθα τῇ λέξει τὸ συμπτώσεως ἢ καθαιρέσεως ἤ τι τοιοῦτον. διὸ καί τινες οὐκ ὤκνησαν αὐτὸ προσθέντες ὡς γεγραμμένον οὕτως ἐξ ἀρχῆς ἐξηγεῖσθαι, τοιάνδε τὴν λέξιν ποιήσαντες· "ἐν γυμνασίοις σημεῖον συμπτώσεως ὁ ἱδρὼς ὁ ῥέων <στάγδην> ὥσπερ ἐξ ὀχετῶν." ἐφεξῆς <δέ φησι> καὶ ἄλλο σημεῖον γίνεσθαι, τὴν ἀθρόαν σύμπτωσιν ἐξ ἐπάρσεως. χρὴ γὰρ κἀνταῦθα προσυπακοῦσαι τὸ "ἀθρόον", εἰ καὶ μὴ γέγραπται νῦν, ἔμπροσθεν εἰρηκότος αὐτοῦ· "ἐξαπίνης γὰρ εἰρύεται." ὅτι δὲ ταῦτα διαφορουμένου τοῦ σώματος ἀμέτρως γίνεται πρόδηλον. Ἡ γυνή, ἣν τὸ πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, σπλὴν |