Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.171
Not analysed yet
γίνεσθαι διὰ τοῦτο θερμοτέρας ὀρύττοντάς τέ τινας ἄχρι βάθους |αἰσθάνεσθαι σαφῶς τῆς θερμασίας, ὅταν ἀποχωρήσωσι πόρρω τῆς ἐπιφανείας. Ἐνθέρμῳ φύσει ψῦχος, ποτὸν ὕδωρ, ἐλινύειν. ***Τὸ ἀξιούμενον ἐν τῇ ῥήσει πρόδηλον. ὅσοι γὰρ θερμότεροι τοῦ προσήκοντός εἰσι, τὸ κεφάλαιον αὐτοῖς τῆς διαίτης εἰς ψῦξιν ἀνάγεσθαι συμφέρει. τά τε οὖν ψυχρότερα τῇ κράσει δοτέον αὐτοῖς σιτία καὶ πίνειν κελευστέον ἤτοι γ' ὑδαρὲς ἢ ὕδωρ αὐτὸ καὶ μὴ πολλὰ γυμνάζεσθαι. μόναι γὰρ αὐτοῖς ἀρκέσουσιν αἱ κατὰ τὰς ἀναγκαίας πράξεις κινήσεις. εὔδηλον δ' ὅτι καὶ θυμοῦ καὶ φροντίδων συντόνων ἀπέχεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ἀλλὰ καὶ λουτροῖς χρῆσθαι ποτίμων ὑδάτων ἑκάστης ἡμέρας, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις, εἰ βούλοιντο. καὶ μὴν καὶ τῶν σιτίων ἃ προσφέρονται τὴν δύναμιν εἶναι ψυχροτέραν καὶ μάλιστα |