Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.181
Not analysed yet
Ὑδάτων ἀτεχνέων τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν ἢ βροντιαῖον ὡραῖον, τὸ δὲ λαιλαπῶδες κακόν. Οἷς χρώμεθα κατὰ τὴν ἰατρικὴν οὐ μόνον ἐπὶ <τοῖς> τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων σώμασιν, ὗλαι τῆς τέχνης εἰκότως ὀνομάζονται καὶ γέγραπταί γέ τισι τῶν ἰατρῶν βιβλία τὴν ἐπιγραφὴν ἔχοντα Περὶ ὕλης. ἐνίοτε μὲν οὖν τοῖς αὐτοφυέσι σώμασι χρώμεθα πρός τε τὰς ἰάσεις καὶ τὴν ὑγιεινὴν δίαιταν, ἐνίοτε δ' αὐτοί τι πράττομεν ἐν τῇ παρασκευῇ τῆς ὕλης, τὰ μὲν ἕψοντες, τὰ δὲ καίοντες, ἔνια δὲ πλύνοντες ἢ προαρτύοντες ἢ προϋγραίνοντες ἢ ψύχοντες, ἤ τι τοιοῦτον ποιοῦντες ἕτερον. οὕτως οὖν καὶ περὶ τῶν ὑδάτων παρασκευῆς ἔστιν ὅτε πράττομέν τι τεχνικόν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγεν αὐτός· "ὕδωρ ἀφεψηθέν, τὸ μὲν ὡς δέχηται τὸν ἀέρα." καὶ γὰρ ἡ ἕψησις αὕτη καὶ ἡ μετὰ ταῦτα ψῦξις <τῆς τεχνικῆς παρασκευῆς τοῦ ὕδατός ἐστιν. πῶς οὖν γίνεται τοῦ ὕδατος ἡ ψῦξις; >ἤτοι διὰ τοῦ περιέχοντος