Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.182
Not analysed yet
ἡμᾶς ἀέρος |ἢ ἀνέμου τινὸς ἢ οἴκου ψυχρὸν ἀέρα καθ' ἑαυτὸν ἔχοντος (εἰσὶ γὰρ ἀμέλει τινὲς ἐοικότες σπηλαίοις ψυχροῖς, ἔστι δ' ὅτε καὶ ὑγροῖς) εἴτε διὰ τῆς <τοῖς ἀγγείοις> περιπλαττομένης χιόνος ἢ ὑπὸ κρουνῷ θέσει ἢ ἐν φρέατι διττῶς γινομένῃ, ποτὲ μὲν ἐν αὐτῷ τῷ ὕδατι κατατιθεμένων ἡμῶν τὸ ἀγγεῖον, ἐν ᾧ τὸ τεθερμασμένον ὕδωρ, ἐνίοτε δὲ ὑπὲρ αὐτοῦ κρεμώντων, ὥσπερ γε καὶ διὰ κεραμ<εί>ων ἀραιῶν ἔστιν ὅτε τὸ θολερὸν ὕδωρ διηθούντων, ὡς ἐν Ἀλεξανδρείᾳ τε καὶ κατ' Αἴγυπτον ἠθεῖται διά τινων οὐχ ἁπλῶς κεραμευθέντων, ἀλλὰ τεχνικῶς κατασκευασθέντων εἰς ἀραιότητα, καθάπερ γε καὶ δι' ὀθονίου, μὴ παρόντος ἀγγείου τοιούτου. ταῦτα πάντα τεχνικὴν ἔχει τὴν παρασκευήν, ὥσπερ γε καὶ ὅσα κατὰ τοὺς ἀγωγοὺς τῶν πηγαίων ὑδάτων πράττομεν, οὐκ ἐκ τοῦ τυχόντος λίθου κατασκευάζοντες αὐτοὺς καὶ χρίοντες ἔνδοθεν ἐνίοτε. διαφορὰ γὰρ οὐ σμικρὰ κατά γε τὴν ἀλοιφὴν αὐτήν ἐστιν ἢ πίτταν ἢ γύψον οὖσαν ἢ χωρὶς ταύτης πλίνθον ὀπτὴν ἢ λίθον ἔχοντά τινα ποιότητα μοχθηρὰν ἢ |