Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.183
Not analysed yet
ἀγαθὴν ἢ μηδεμίαν ὅλως ἔχοντα σαφῆ. καὶ μέντοι καὶ φρέατα πολλάκις ὀρύττομεν ἐν διαφερούσῃ γῇ καὶ δι' ὀχετῶν ἢ σωλήνων ἄγομεν ὕδωρ ἐκ πηγῆς ἤτοι βέλτιον ἢ χεῖρον ἐργάζεσθαι δυναμένων ἢ καὶ μηδ' ὅλως ἀλλοιούντων αὐτό. ταῦτα μὲν οὖν ἅπαντα τεχνικῶς γίνεται περὶ τὴν παρασκευὴν τοῦ ὕδατος. ὅταν δ' ἀπὸ πηγῆς κατὰ τόπον οὔσης ἐν ᾧ διαιτώμεθα λαμβάνωμεν ἢ ἐκ λίμνης ἢ ποταμοῦ παραρρέοντος ἢ τὸ καλούμενον ὄμβριον, οὐδὲν ἐνταῦθα προστίθεμεν ἐκ τῆς τέχνης. διὰ τοῦτ' οὖν ὁ Ἱπποκράτης εἶπεν ὑδάτων ἀτεχνέων, ἀντιδιαιρούμενος αὐτὰ τοῖς τεχνικὴν ἔχουσι τὴν παρασκευήν, ἃ κατὰ τὴν ἀναλογίαν τῶν ἀτέχνων ὀνομάζομεν τεχνικά. καθάπερ <δ'> ὀλίγον ἔμπροσθεν οὐ περὶ πάντων ὑδάτων ὅσα τεχνικῶς παρασκευάζομεν ἔγραψεν, ὡς εἰ καὶ σύγγραμμα πρὸς ἔκδοσιν ἐποιήσατο, μόνου δ' ἑνὸς ἐμνημόνευσε τρόπου παρασκευῆς, ἑαυτῷ γράφων ἐν ὑπομνήματι πρὸς ἀνάμνησιν, οὕτως καὶ νῦν οὐ περὶ πάντων ὑδάτων ἀτέχνων, ὅπερ ἐστὶν αὐτοφυῶν, ἀλλ' ἑνὸς εἴδους |