Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.184
Not analysed yet
μόνου διῆλθεν, ὃ καλοῦμεν, ὡς ἔφην, ὄμβριον. ἔγραψε δ' αὐτοῦ διαφορὰς δύο, τὴν μὲν ἑτέραν, ἣν καὶ προδήλως ψέγει κακὸν εἶναι λέγων τὸ λαιλαπῶδες, <τὴν> δ' ἑτέραν, ἐφ' ἧς ἄδηλον εἴτε μόνον ἄψεκτον εἴτε καί τινος ἐπαίνου τυχεῖν νομίζει λέ<γων> ὡραῖον αὐτό. τὸ γὰρ ἀπὸ τοῦ α<ἰθ>έρος ἀποκριθὲν ἢ βροντιαῖον ὡραῖον εἶναί φησιν. ὡραῖον δὲ ἐγχωρεῖ μὲν καὶ τὸ κατὰ τὴν προσήκουσαν ὥραν γινόμενον ὡς ἐπαινοῦντα λέγειν αὐτόν, ἐγχωρεῖ δὲ καὶ μόνον οὕτως ὀνομάζειν τὸ κατὰ τὸ μέσον θέρος †ὀνομαζόμενον, ἐπειδὴ μάλιστα τὸν καιρὸν τοῦτον "ὥραν ἔτους" ὀνομάζουσιν οἱ Ἕλληνες. ἐπιφέρουσι μὲν γὰρ τὸ τῆς "ὥρας" ὄνομα καὶ φθινοπώρῳ καὶ χειμῶνι καὶ ἦρι, κατ' ἐξοχὴν δὲ ἐνίοτε καλοῦσιν "ὥραν ἔτους" ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ τοὺς ὡραίους ὀνομαζομένους καρποὺς τελειοῦσθαι συμβαίνει. τοῦτ' οὖν ἄδηλόν ἐστιν, ὅσον ἐπὶ τῇ ῥήσει, πλὴν εἰ προσθείημεν αὐτοί τι περὶ τῆς ἡμετέρας ἱστορίας ἢ φυσικῆς