Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.185
Not analysed yet
τῶν πραγμάτων ἐνδείξεως, |καὶ προσέτι διὰ τί τὸ λαιλαπῶδες μὲν ἔψεξεν, οὐκ ἔψεξε δὲ τό τ' αἰθέριον καὶ τὸ βροντιαῖον. ἄδηλον δὲ καὶ πότερον εἰς πόσιν αὐτὸ παρασκευάζειν ἡμᾶς ἠξίωσεν ἢ πρὸς τὰς ἰατρικὰς χρείας. εἴς τε γὰρ ὀφθαλμικῶν φαρμάκων κατασκευὴν ὕδατι τοιούτῳ χρώμεθα καὶ τὸ καλούμενον ὑδάτινον ἐξ αὐτοῦ σκευάζομεν. ὡραῖον μὲν ἀκούειν ἄμεινον οὐ τὸ κατὰ τὸ ἔαρ εὐσθενοῦν, ὡς ἤκουσάν τινες (οὔτε γὰρ ἐξαιρέτως τις "ὥραν ἔτους" ὠνόμασε τὸ ἔαρ, ἀλλ' ἁπλῶς ὥραν, ὥσπερ καὶ τὰς ἄλλας, οὔτε φαίνεταί τινα ἀρετὴν ἔχειν ἐξαίρετον ὁ τηνικαῦτα γενόμενος ὄμβρος), ἀλλὰ πολὺ βέλτιον ἡγεῖσθαι λέγειν αὐτὸν ὡραῖον, ὅπερ ἂν ὕηται κατὰ τὸν καιρὸν ἐκεῖνον, ὃν ὀνομάζουσιν "<ὥραν> ἔτους". ὁμολογοῦν γὰρ αὐτῷ φανεῖται καὶ τὸ ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν αὐτῷ λελέχθαι. <λέγει δ' ἐνταῦθα τὸν ἀέρα αἰθέρα. >καλεῖν γὰρ ἔθος τοῖς παλαιοῖς, ὅταν μὲν ἀκριβῶς καθαρὸν ᾖ τὸ περιέχον ἡμᾶς, αἰθέρα,