Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.186
Not analysed yet
τὸ δ' ἀχλυῶ|δες ἢ νεφῶδες ἀέρα. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὸν ὑπὲρ τὰ νέφη τόπον προσαγορεύουσιν αἰθέρα καὶ σαφῶς ἐδήλωσε καὶ ὁ ποιητὴς εἰπὼν εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν Ἴδῃ μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν. ἔμπαλιν δ', ὅταν εἴπῃ· ἠέρα δ' Ἥρη πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν, ἐνδείκνυσθαι φαίνεται τόνδε τοῖς ἔπεσι. καὶ πάλιν, ὅταν εἴπῃ· ἀὴρ γὰρ περὶ νηυσὶ βαθείη, οὐδὲ σελήνη οὐρανόθεν προὔφαινε, κατείχετο δ' ἐν νεφέεσσιν. ὅταν οὖν ἐν τῷ θέρει λεπτυνόμενον ὕδωρ ὑπὸ τῆς κατὰ τὴν ὥραν θερμότητος εἰς ἀτμοὺς ἀοράτους λυθῇ καὶ διὰ τοῦτο ἀδήλως ἡμῖν ἀνενεχθῇ πρὸς τὸν ὑπὲρ γῆς ἀέρα κἄπειτα συμβῇ διά τινα μεταβολὴν ἐπὶ τὸ ψυχρὸν ἢ ἀνέμων ἀντιπνευσάντων ἀλλήλοις καὶ πυκνωθέντος