Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.194
Not analysed yet
ἡμῖν ἐν ἅπαντι τῷ βίῳ, διαφέρουσαν δὲ κατά τε τὰς ἡλικίας καὶ τὰς ὥρας ἐπιτηδεύματά τε καὶ συνελόντι φάναι τὴν ὅλην δίαιταν ἣν διαιτώμεθα. ἀλλ' ἐν ἁπάσαις γε ταῖς διαφοραῖς κοινόν ἐστιν ἐπὶ μὲν ταῖς θερμοτέραις ὥραις τε καὶ χώραις ἡλικίαις τε καὶ φύσεσι καὶ διαίταις ἀπορρεῖν ἔξω τοῦ σώματος οὐκ ὀλίγην μοῖραν ἐκ τῆς οὐσίας ἡμῶν, ἐπὶ δὲ ταῖς ψυχροτέραις πυκνουμένου τοῦ δέρματος ἴσχεσθαι μὲν τὸ πλεῖστον, ὀλίγον δ' ἐκκενοῦσθαι. κατὰ τοῦτ' οὖν ἀληθές ἐστι τὴν πολύθερμον φύσιν ἐν ὥρᾳ θερμῇ λεπτύνεσθαι, διπλασιαζομένης τῆς ἀπορροῆς, ἣν ἐκ τῆς οἰκείας θερμότητος ἔχοντες σύμφυτον ἐπικτῶνται τὴν προσγινομένην ἔξωθεν ἀπὸ τῆς θερμῆς ὥρας. ἀλλ' οὔτε τῶν ἄλλων ἀντιγράφων εὗρον ἔν τινι ταύτην τὴν γραφὴν οὔτε τις τῶν ἐξηγητῶν οἶδεν αὐτήν, πλὴν ὅτι Διοσκουρίδης αὐτὴν ἐν τῷ μετώπῳ τοῦ βιβλίου προσέγραψεν, ἐν δύο μόνοις ἀντιγράφοις εὑρηκὼς ὡδί πως ἔχουσαν τὴν λέξιν· ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει, ἐν θερμῷ λεπτύνει. οὐ μὴν ἡμεῖς γε ἐν δυοῖν, ἀλλ' ἐν πᾶσιν οἷς ἀνέγνωμεν |