Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.195
Not analysed yet
οὕτως ἔχουσαν εὕρομεν τὴν λέξιν, ἐξεπίτηδες ἅπαντα μὲν ἰδόντες τὰ κατὰ τὰς δημοσίας βιβλιοθήκας, ἅπαντα δὲ τὰ παρὰ τοῖς φίλοις. ***<ἀλλὰ> ἐπὶ τὴν ἐξήγησιν αὐτῆς ἤδη τραπώμεθα, παραλιπόντες ὅσα κακῶς εἴρηται τοῖς ἐξηγησαμένοις. ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν πρότερον μέρος τῆς ῥήσεως οὕτως συμπληροῦσθαι δεῖν· "ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει," τὸ μὲν θερμῇ ὥρῃ κατὰ τὰς δοτικὰς πτώσεις ἀναγνόντων ἡμῶν, ὡς εἰ καὶ "ἐν τῇ θερμῇ ὥρῃ" ἐλέλεκτο, τὸ δὲ ἐν ψύχει καθάπερ <εἰ> καὶ οὕτως εἶπεν· "ἐν ἀέρι ψυχρῷ", συγκειμένης τῆς λέξεως ἐκ δυοῖν τοῦ λόγου στοιχείων, προθέσεως μὲν τῆς ἐν, ὀνόματος δὲ τοῦ ψύχει. γενήσεται γὰρ ὁ σύμπας νοῦς τοιοῦτος· ὠφέλιμόν ἐστι τῇ πολυθέρμῳ φύσει κατὰ θερμὴν ὥραν <ἐν ψυχρῷ ἀέρι καὶ> ἐν ψυχρᾷ κοίτῃ κοιμᾶσθαι, παχυνθήσεται γὰρ οὕτως. ***εἰκότως δὲ ταῦτα ποιεῖν ἡμᾶς ἐπὶ τῶν πολυθέρμων φύσεων ἐκέλευσεν ὁ Ἱπποκράτης. ἑτοίμης γὰρ οὔσης τῆς θερμῆς φύσεως λεπτύνεσθαι διὰ τὸ |