Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.196
Not analysed yet
πλῆθος τῆς ἀπορροῆς, ἐὰν καὶ τῆς ὥρας αὐτῇ προσγινομένης θερμῆς ἡ κένωσις διπλασιασθῇ, προσέλθῃ δὲ τρίτη τις ἄλλη κένωσις ἐν θερμῷ χωρίῳ καὶ στρωμνῇ θερμῇ κατακειμένου τοῦ ἀνθρώπου, συμβήσεται διαφορηθῆναι καὶ λεπτυνθῆναι τὸ σῶμα τριττὴν ὑπομεῖναν κένωσιν. ἐὰν δὲ ἐπὶ ταῖς ἀναγκαίαις δύο τῇ τ' ἐκ τῆς φύσεως καὶ τῆς ὥρας, ἃς οὐκ ἔστι φυγεῖν, ἡ γοῦν τρίτη πρὸς τοὐναντίον ἀχθῇ, οὐ διαφορεῖν, ἀλλ' ἐπέχειν δυναμένη τὰς ἀπορροάς, οὐκ ἂν εἰς ἔσχατον ἀφίκοιτο κενώσεως ὁ ἄνθρωπος, ἀλλὰ καὶ παχυνθείη <ἂν> μᾶλλον ἤπερ λεπτυνθείη. τῆς γὰρ ψυχρᾶς κοίτης σημαινούσης οὐ μόνον ὑποστορέσματα ψυχρὰ καὶ περιβλήματα, ἅπερ ἐκ σινδόνων πυκνῶν καὶ τριβάκων ἱματίων τε τοιούτων γίνεται, <ἀλλὰ καὶ χωρίον ψυχρόν>, προσέρχεταί τι μέγιστον ἕτερον ἐπανόρθωμα τῆς τε κατὰ τὴν ὥραν καὶ τὴν φυσικὴν κρᾶσιν ἀμετρίας <τὸ> διὰ τῆς εἰσπνοῆς ψυχρᾶς οὔσης ἐμψύχεσθαι τὸ σῶμα. τοῦτο μὲν οὖν ἤδη καὶ πρόσθεν ἡμῖν εἴρητο, πρόσκειται δὲ νῦν τὸ κατὰ τὴν στρωμνήν, ἵνα πανταχόθεν ἀναψύχηται τὸ σῶμα καὶ τὸ τῆς