Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.197
Not analysed yet
διαπνοῆς ἄμετρον εἰς συμ|μετρίαν ὑγιεινὴν ἐπανάγηται. τὸ μὲν οὖν ἕτερον μέρος τῆς ῥήσεως τὸ πρότερον οὕτως ἄν μοι δοκοίη μάλιστά τις ἐξηγήσασθαι. τὸ δ' ὑπόλοιπον, ἔνθα φησίν· ἐν θερμῷ λεπτύνει, σαφὲς ἂν ἦν, εἰ τῷ θερμῷ τὸ "ἀέρι" προσεγέγραπτο, τῆς ὅλης ῥήσεως ἐν τοιᾷδε λέξει σαφῶς ἂν ἑρμηνευθείσης· "τῇ πολυθέρμῳ φύσει ἐν ὥρᾳ θερμῇ κοίτη προσελθοῦσα ἐν ἀέρι ψυχρῷ παχύνει, ἐν θερμῷ δ' ἀέρι γινομένη λεπτύνει." κατὰ μὲν οὖν τὰς εὐθείας πτώσεις οὕτως ἂν μάλιστα ῥηθείη σαφῶς, ὡς εἴρηται. νυνὶ δ' εἰ καὶ κατὰ δοτικὰς βουληθείημεν ἑρμηνεῦσαι, γένοιτ' ἂν ἡ λέξις τοιαύτη· "τῇ πολυθέρμῳ φύσει ἐν ὥρᾳ θερμῇ καὶ τῇ ἐν ἀέρι ψυχρῷ κοίτῃ παχύνεσθαι συμβαίνει, τῇ δ' αὐτῇ ταύτῃ ἐν ἀέρι θερμῷ λεπτύνεσθαι συμβήσεται." Ἄσκησις ὑγιείης ἀκορίη τροφῆς, ἀοκνίη πόνων. |