Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.198
Not analysed yet
Τὸ μήτε ἐμπίπλασθαι μέχρι κόρου μήτε ὀκνεῖν γυμνάζεσθαι κεφάλαιον ὑγιεινῆς διαίτης εἶναι ὑπείληφεν. ***Ἐν τῷ ἐγρηγορέναι δίψης ἐπιπολαίου ὕπνος ἄκος. τῆς δ' ἐξ ὕπνου ἐγρήγορσις ἐνίοις. Ἐπιπόλαιον δίψαν ἀκουστέον ἐστὶ τὴν πάνυ σμικράν, ἥτις οὔτ' ἀπὸ παντὸς τοῦ σώματος οὔτ' ἀπὸ μεγάλης διαθέσεως γίνεται τῶν κατὰ γαστέρα μορίων, ἀλλ', ὡς Ἐρασίστρατος ἔφη, ξηραινομένων ἢ ἐκθερμαινομένων τῶν τόπων, δι' ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος εἰς τὴν κοιλίαν. ταύτης οὖν τῆς δίψης ἴαμά ἐστιν ὁ ὕπνος ὑγραινομένου τοῦ βάθους, ὡς ἂν εἴσω ῥέποντος ἐν τοῖς ὕπνοις τοῦ αἵματος. ἔμπαλιν δὲ τοῖς ἐξ ὕπνου διεγερθεῖσιν ὅταν ἐπιπόλαιος ᾖ δίψα, παύεται ῥᾳδίως ἐγρηγορόσι· τὸ γὰρ τοιοῦτον δίψος γίνεται θερμαινομένων ἐνίοτε τῶν μορίων, ὧν |