Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.204
Not analysed yet
ταύτης γε τῆς θερμασίας τὴν διαφορὰν οὔτε Λύκος οὔτ' ἄλλος τις ἢ Ἐρασιστράτειος ἢ Ἡροφίλειος ἢ Ἐμπειρικὸς ἐγίνωσκε καὶ διὰ τοῦτο κακῶς ἐξηγήσαντο πάμπολλα τῶν ὑφ' Ἱπποκράτους γεγραμμένων. οὐ μὴν τούς γε Ἱπποκρατείους ἄνδρας ἐχρῆν ἐπιλαμβάνεσθαι τῶν δογμάτων αὐτοῦ τὰς ἐξηγήσεις ποιουμένους, ὡς μιᾶς οὔσης τῷ γένει τῆς ἐν τοῖς ζῴοις θερμασίας. ἀλλ' ὅταν ἀκούσωσιν ἢ Ἱπποκράτους ἤ τινος ἄλλου θερμοκοιλίους ὀνομάζοντός τινας, ἐπισκέψασθαι βέλτιον ἦν, ὅπως εἴρηται τοὔνομα, πότερον τὸ ἔμφυτον θερμὸν ἐν τῇ γαστρὶ δαψιλὲς ὑπάρχειν ἀποφηναμένου τοῦ τὴν λέξιν εἰπόντος ἢ γράψαντος ἢ τὸ ἕτερον, ὃ πολλάκις μὲν ἐπίκτητον, ἐνίοτε δ' οὐ φύσει, καί ποτε καὶ παρὰ φύσιν ὀνομάζομεν, ᾧ θερμῷ τοὺς θερμοτέρους συμβέβηκε δακνώδη τε καὶ θερμὴν ἔχειν τὴν διαπνοὴν καὶ διὰ τοῦτο πυρέττειν εὐθέως, ἐπειδὰν τύχῃ τὸ δέρμα στεγνωθέν, ὡς οἵ γε τὸ ἕτερον θερμὸν ἔχοντες πλεῖστον ἐπισχεθείσης τῆς διαπνοῆς πληθωρικώτεροι μὲν γίνονται, πυρετῷ δ' οὐχ ἁλίσκονται διὰ <τοῦτο>. καὶ μέντοι καὶ ὅτι κατὰ τὴν γα|