Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.205
Not analysed yet
στέρα τουτὶ τὸ ἔμφυτον θερμὸν πλεονάζον ἀρίστας ἐργάζεται τὰς πέψεις τῶν σιτίων, [ὡς] αὐτὸς ἐν Ἀφορισμοῖς ἐδήλωσεν εἰπών· "αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ· τροφῆς οὖν πλείονος δεῖται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί." καθάπερ οὖν τῶν τοιούτων κοιλιῶν ἐστι γνώρισμα τὸ πέττειν ἀμέμπτως τὰς τροφάς, οὕτως τῶν ψυχροτέρων μὲν τὸ εἰς ὀξύτητα τρέπειν, τῶν θερμοτέρων δ' εἰς κνισώδη ποιότητα. τοῖς μὲν οὖν καλῶς πέττουσι τὰ σιτία τό θ' αἷμα χρηστόν ἐστι καὶ σύμμετρος ἕπεται σάρκωσις ἢ καὶ πλείων ἐνίοτε τοῦ δέοντος, ὅταν ἀργότερον αὐτοῖς διαιτωμένοις καὶ λουομένοις τὸ δεύτερον εἰς εὐσαρκίαν <ἀφίκη>ται τοῦ σώματος ἕξις, ἐπειδὰν μὴ φθάσῃ πλῆθος ἀθροισθὲν εἰς νόσους ἐμβάλλειν ὅλον τὸ σῶμα. τοῖς δὲ διὰ τὴν δυσκρασίαν τῆς γαστρὸς ἀπεπτοῦσί τε καὶ διαφθείρουσιν εἰς καπνώδη καὶ κνισώδη ποιότητα τὰ σιτία μοχθηρὸν μὲν ἀθροίζεται κατὰ τὰς φλέβας αἷμα, μοχθηρὰ δὲ ἡ |