Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.206
Not analysed yet
τοῦ σώματος ὅλου γίνεται θρέψις. ἐπὶ τούτων οὖν ἀκούειν σε χρὴ τοῦ προκειμένου λόγου. τῷ μὲν γὰρ ἥπατι καὶ τῇ καρδίᾳ τὸ ἔμφυτον θερμὸν ἐξ ἀρχῆς ὑπάρχει πολύ, ταῖς σαρξὶ δὲ ἐκ τοῦ αἵματος ἐπεισέρχεται καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστι ψυχρὰς αὐτὰς εἶναι κατὰ τὰς τοιαύτας φύσεις τῶν σωμάτων, ὁποίας καὶ νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὡς ἂν μὴ χορηγουμένας αἷμα δαψιλές, ἀλλ' ὀλίγον τε καὶ μοχθηρόν. ἀμφότερα γὰρ γίνεται τοῖς δυσκράτοις τὴν γαστέρα κατὰ τὴν πυρώδη θερμασίαν, ὑπέρχεσθαι μὲν τὰ σιτία διαφθειρόμενα καὶ διὰ τοῦτο ὀλίγης ἐξ αὐτῶν ἀπολαύειν τὸ σῶμα τροφῆς, εἶναι δὲ καὶ αὐτὴν ταύτην οὐκ ἀγαθὴν διὰ τὸ μὴ πεπέφθαι καλῶς. οὐ γὰρ οἷόν τε γεννηθῆναι χρηστὸν αἷμα κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας, ἀπεπτηθέντων τε καὶ διαφθαρέντων ἐν τῇ γαστρὶ τῶν σιτίων. εἰ μὲν οὖν ὀλίγον, οὐ μὴν μοχθηρόν <γ' ἦν τούτων τὸ κατὰ τὰς φλέβας> αἷμα, συνέβαινεν ἂν ἑλκύσαι αὐτὸ τὰς σάρκας, αὐτὰς μὲν ἧττον τρέφον, ἐκκενοῦν δ' ἐκείνας, ὡς συνεστάλθαι τε καὶ φαίνεσθαι μόγις. ἐπεὶ δὲ οὐ μόνον ὀλίγον, ἀλλὰ καὶ μοχθη|