Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.217
Not analysed yet
Σημεῖα θανατώδεα ἀνὰ [δέρμα] ῥινὸν θερμὸς ἀτμός· πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν. Ἐάν τε κατ' αἰτιατικὰς πτώσεις γεγραμμένον ᾖ θερμὸν ἀτμόν, ἐάν τε κατ' εὐθείας θερμὸς ἀτμός, ἑκατέρως δεῖ <τι> προσυπακούεθαι. βούλεται γὰρ ὁ νοῦς τῆς λέξεως εἶναι τοιοῦτος· "ἐκ τῶν θανατωδῶν σημείων ἐστὶ καὶ ταῦτα, <τὸ> θερμὸν ἀτμὸν ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἐπὶ προηγησαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν." εἰ δὲ καὶ κατ' εὐθείας πτώσεις ἐθέλοις ἑρμηνεῦσαι τὴν αὐτὴν διάνοιαν, οὕτως ἂν εἴποις μάλιστα· "σημεῖα θανατώδη διὰ τοῦ δέρματος θερμὸς ἀτμὸς ἐκκενούμενος ἐπὶ προηγησαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν." ἀλλὰ τοῦτο μὲν αὐτὸ τὸ τῆς ψυχρᾶς ἐκπνοῆς ὅτι τῶν ὀλεθριωτάτων ἐστί, καὶ κατὰ τὸ Προγνωστικὸν εἴρητο κατὰ τήνδε τὴν λέξιν· "ψυχρὸν δ' ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον |