Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.218
Not analysed yet
κάρτα ἤδη γίνεται." νυνὶ δὲ προσέθηκέ τι σύμπτωμα τοῖς οὕτως ἔχουσιν οὐκ ἀεὶ γινόμενον. ἐκρεῖ γὰρ ἀτμὸς θερμὸς ἀθρόως ἐκ τοῦ δέρματος, ἀλλ' οὔτε πᾶσιν, ὡς ἔφην, οὔτ' ἐν παντὶ καιρῷ, καὶ ταῦτ' ἐχρῆν διδάσκειν τοὺς ἃ μὴ δεῖ φλυαροῦντας ἐξηγητάς. ἐπ' ἐκείνων γὰρ μόνων εὑρήσεις τὸ τοιοῦτον γινόμενον, ἐφ' ὧν προηγήσατο τοῦ θανάτου θερμότατος πυρετὸς ἐκφρύξας τὸ τῆς καρδίας αἷμα καὶ διὰ τοῦτο καταψύξας αὐτὴν ἐπὶ τῇ τελευτῇ. λυθέντος οὖν τοῦ ζωτικοῦ τόνου, νεκρουμένης τῆς καρδίας, ἐπὶ μὲν τῶν ἄλλων ἱδρῶτες γίνονται συγκοπτικοί, περιουσίας ὑγρῶν οὔσης κατὰ τὸ σῶμα. τοῖς δὲ ἀπὸ τοῦ διακαοῦς πυρετοῦ προεξηρασμένοις ἀντὶ τῶν ἱδρώτων ἀτμὸς θερμὸς ἁπτομένῳ σοι φανεῖται διαπνεόμενος, οὐ μὴν οὐδ' οὗτος ἐν παντὶ καιρῷ τοῦ νοσήματος, ἀλλ' ὁπότε τῷ χρόνῳ προήκοντι καταψύχεται τὸ δέρμα, κενωθείσης τῆς ἀτμώδους οὐσίας, ἥτις ὑπὸ τοῦ διακαοῦς πυρετοῦ λεπτυνομένων τῶν χυμῶν ἤθροιστο κατὰ τὸν <τοῦ> νοσήματος χρόνον. οὐ γὰρ δὴ κατ' ἐκεῖνόν γε τὸν καιρόν, ἐν ᾧ συμβαίνει νεκροῦσθαι τὴν καρδίαν, |