Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.219
Not analysed yet
οἷόν τε γεννηθῆναι μὴ ὅτι θερμὸν ἀτμόν, ἀλλὰ μηδὲ ψυχρὸν ἢ χλιαρόν. ἅπασα μὲν οὖν καρδία πλησίον τοῦ θανάτου ψυχρὰν ἴσχει δυσκρασίαν, οὐ μὴν ἐν ἁπάσῃ γε νόσῳ θανατώδει τοιαύτη διὰ παντός ἐστιν, ἀλλ', ὡς εἴρηται, θερμοτάτη πολλάκις ἐν τοῖς περικαεστάτοις πυρετοῖς. ὅταν οὖν νοσῇ ψυχρὰν δυσκρασίαν ἡ καρδία, τὸν θερμὸν ἀτμὸν οὐκ ἂν εὕροις ἐκκενούμενον, ὅταν ἐγγὺς τοῦ θανάτου γενόμενος ὁ κάμνων ἄρξηται ψυχρὸν ἐκπνεῖν, οὐδὲ προλελέπτυνται τοῖς οὕτως ἔχουσι τὰ ὑγρά, μήτε πυρετὸν διακαῆ πυρέξασι μήτε χυμοὺς ἔχουσι χολώδεις, θερμοὺς μὲν τῇ κράσει, λεπτοὺς δὲ τῇ συστάσει. ἐν γὰρ ταῖς ψυχραῖς δυσκρασίαις οἱ φλεγματώδεις καὶ ὠμοὶ καὶ παχεῖς καὶ ὅλως ψυχροὶ χυμοὶ πλεονάζουσιν, οὐχ οἱ χολώδεις καὶ θερμοὶ καὶ λεπτοί. Τὰ δὲ ζωτικὰ ἐναντία. |