Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.220
Not analysed yet
Μάχεται τοῦτο φανερῶς τοῖς εἰρῆσθαι νομίζουσι θανατῶδες σημεῖον ἐν τῇ <προειρημένῃ> ῥήσει τὸν θερμότατον πυρετόν. ὡς γὰρ ἀνταποδιδοὺς τῷ κατ' ἀρχὴν εἰρημένῳ "σημεῖα θανατώδεα" νῦν ἔγραψε τὰ δὲ ζωτικὰ ἐναντία. καίτοι κατὰ τὴν ἐκείνων ἐξήγησιν οὐ συνῆπται τῷ "θανατώδη σημεῖα" τὸ μετὰ ταῦτα γεγραμμένον, ἀνάρρινον θερμότατον, ***καίτοι τὸ "ἀνάρρινον θερμότατον" οὐκ ἔχει <τὸ> αὐτῷ προσκείμενον, εἴτε θανατῶδές ἐστιν εἴτε μή. οὐ γάρ ἐστι θανατῶδες, εἰ μὴ προηγήσαιτο τὸ εἰρημένον ὑφ' Ἱπποκράτους "πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν." ἐὰν γὰρ ἄνευ τούτου γένηται θερμότατος ἀτμὸς κατὰ τὸ δέρμα, δύναται λεπτομερῶν χυμῶν ἐν θερμῷ πυρετῷ σύμπτωμα γεγονέναι, μὴ πάντως θανάτου σημεῖον, ἀλλ' ἔστιν ὅτε καὶ πρὸς ἀγαθοῦ διαπνεομένων τῶν λελεπτυσμένων χυμῶν, οὕς, ὅταν ὦσι παχυμερέστεροι, δι' αἰσθητῶν ἐκκρίσεων ἡ φύσις ἐκκενοῖ τοῦ σώματος ἱδρῶτάς τε κινοῦσα καὶ πλῆθος οὔρων ἢ διαχωρημάτων ἢ ἔμετον ἐπάγουσα. ἔσται τοιγαροῦν ἐναντία τῶν εἰρημένων θανατωδῶν σημείων <τὰ> ζωτικὰ [τὸ] μήτε |