Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.24
Not analysed yet
ἕνεκα διορισμοῦ πρὸς τὰς ἀπό τινος ἔξωθεν αἰτίας μικρᾶς γινομέ|νας κορύζας, ἵν' ἐνδείξηται περὶ τούτων εἶναι τὸν λόγον, ὅσοι διὰ φυσικὴν ἀσθένειαν τῆς κεφαλῆς ἑτοίμως ἁλίσκονται τῷ παθήματι. τούτους γὰρ ἄν τις εἰκότως ἀπὸ κεφαλῆς ὀνομάζοι κορυζώδεις, οὐ <τοὺς> ἀπὸ ψύξεως ἢ ἐγκαύσεως ἤ τινος ἁπλῶς ἔξωθεν αἰτίας. τὸ δ' <ὡς> οἶμαι κατά τινα τῶν ἀντιγράφων πρόσκειται δηλοῦν ἐπαμφιβάλλειν αὐτὸν ὑπὲρ ὧν ἀπεφήνατο. λόγον δ' ἔχει καὶ χωρὶς τοῦ οἶμαι γράφειν, ἀληθοῦς γε ὄντος τοῦ λεγομένου. διὰ δὲ τῆς ἐφεξῆς γεγραμμένης ῥήσεως ἀπόδειξιν ὧν ὀρθῶς ἀπεφήνατο προσέθηκεν. ἐπ' αὐτὴν οὖν ἤδη μεταβῶμεν. Πᾶν τὸ ἐκπυέον ἀνυπόστροφον· οὗτος γὰρ πεπασμὸς καὶ κρίσις ἅμα καὶ ἀπόστασίς <ἐστιν>. Οὐκ ἀσαφὴς ἡ ῥῆσις τοῖς μεμνημένοις ὑπὲρ ὧν ἤδη πολλάκις εἴρηκε πεπασμῶν. ἐμνημόνευσε δὲ καὶ νῦν αὐτῶν ἕνεκα τῶν προειρημένων, ὡς ἔφην, ἵνα ὁ σύμπας λόγος γέ|