Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.235
Not analysed yet
μῦν, ὑφ' οὗ κάμπτεται. κατὰ τὸν αὐτὸν λόγον ἐκτεῖναι βουληθὲν ἐκτείνει δι' ἑτέρου μυός, ἀλλ' οὔθ' ὅστις ὁ μῦς οὗτός ἐστιν οὔτε κατὰ τίνα τρόπον ἐνεργεῖν δύναται δῆλόν ἐστι τῷ κινουμένῳ ζῴῳ. πῶς γὰρ οἷόν τε γινώσκειν αὐτοῖς, ἃ μηδὲ τοῖς πολλοῖς τῶν ἰατρῶν ἐστι πρόδηλα; καίτοι τί λέγω <τοῖς> πολλοῖς; ἐνίους γὰρ τῶν μυῶν οὐδὲ τῶν ἀνατομικωτάτων τις ἔγνω πρὸ ἡμῶν, ὥσπερ καὶ τὸν κάμπτοντα τὴν ἰγνύην, ἐγκατακεκρυμμένον τῇ διαρθρώσει, ἀλλ' ὅμως ἅπαντες ἄνθρωποι κάμπτουσι τὴν κατὰ γόνυ διάρθρωσιν ἅμα τῷ βουληθῆναι. καὶ μὴν οὐ μόνον τοῖς ἀνθρώποις ὑπάρχει τὸ τοιοῦτον τῆς ἐνεργείας εἶδος, ἀλλὰ καὶ τοῖς ἄλλοις ζῴοις ἅπασιν. οὕτως ἄρα τῆς φύσεως ἡ δύναμις ἰσχυροτέρα ἐστὶ πρὸς τὸ πράττειν ἁπάσης τέχνης βέλτιον, ἃ συμφέρει τοῖς ζῴοις. καὶ τοίνυν Ἱπποκράτης τῆς μὲν τῶν βλεφάρων κινήσεως, ᾗ κινοῦμεν αὐτὰ κἂν <εἰ> πρὸς ἄλλην τινὰ πρᾶξιν <προς>έχομεν τὸν νοῦν, ἐμνημόνευσεν ἐν τῷ φάναι οἷον τὸ σκαρδαμύσσειν, τῆς δὲ κατὰ γλῶτταν ἐν τῷ φθέγγεσθαι διὰ τοῦ φάναι καὶ ἡ γλῶσσα |