Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.236
Not analysed yet
[δὲ] ὑπουργέει [ἀεί]. προελομένων γὰρ ἡμῶν ἡντινοῦν φθέγξασθαι φωνὴν ἡ γλῶττα πρὸς τὴν διάρθρωσιν αὐτῆς ἑτοίμως ὑπηρετεῖ. τὰ γοῦν παιδία τὰ νῦν πρῶτον ἀκούσαντα τῶν δυσρήτων φωνῶν οἷον τῆς στρὰγξ καὶ σφὶγξ εὐθέως αὐτὰς φθέγγονται μιμούμενα, μήθ' οὕστινας μῦς τῆς γλώττης δεῖ κινῆσαι γινώσκοντα μήθ' ὅπως αὐτὴν ἀνατείνειν ἢ †κλᾶν ἢ περιάγειν ἢ στηρίζειν ἄνω πρὸς τὴν ὑπερῴαν ἢ τοὺς προσθίους ὀδόντας ἤ τι μέρος ἄλλο τοῦ στόματος. ὅταν δ' εἴπῃ καὶ ὅσα ἄλλα <τοιαῦτα>, τῶν προαιρετικῶν ἀναμιμνῄσκει σε κινήσεων, ἐφ' ὧν, ὡς ἔφην, τὰ ζῷα πάντα μὴ ὅτι τὰς κινήσεις τῶν μυῶν, ἀλλὰ μηδ' αὐτοὺς γινώσκοντα τοὺς μῦς ὅμως ἅμα τῷ προελέσθαι κάμψαι τὸ μόριον ἢ ἐκτεῖναι παραχρῆμα τοῦτο ποιεῖ, καθάπερ γε κἂν εἰς τὸ πλάγιον ἀπαγ<αγ>εῖν ἐθελήσῃ καὶ περιτρέψαι καὶ ἐλελίξαι καὶ ὁπωσοῦν ἑτέρως κινῆσαι. διὸ καὶ τούτοις αὐτοῖς ἐπεφώνησεν· εὐπαίδευτος ἡ φύσις οὖσα οὐ μαθοῦσα τὰ δέοντα <ποιέει>. καλοῦνται μὲν οὖν οἱ μαθόντες ὁτιοῦν μάθημα πεπαιδεῦσθαι κατ' ἐκεῖνο, τῇ φύσει δ' ὑπάρχει πεπαιδευμένῃ τὰ μέ|