Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.237
Not analysed yet
γιστα εἶναι χωρὶς τοῦ μαθεῖν, ὥσπερ ὁ Θουκυδίδης ἐπὶ τοῦ Θεμιστοκλέους εἶπεν· "οἰκείᾳ γὰρ συνέσει καὶ οὔτε προμαθὼν εἰς αὐτὴν οὐδὲν οὔτε ἐπιμαθὼν τῶν τε παραχρῆμα δι' ἐλαχίστης βουλῆς κάλλιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής." Δάκρυα, ῥινῶν ὑγρότης, πταρμοί, ὠτὸς ῥύπος, στόματος σίαλον, ἀναγωγή, πνεύματος εἴσοδος, ἔξοδος, χάσμη, βήξ, λυγμὸς οὐ τοῦ αὐτοῦ παντάπασι τρόπου. Εἰς τὴν ἐξήγησιν τῆσδε τῆς ῥήσεως ὅσα δοκοίη μοι κάλλιστ' ἄν τις εἰπεῖν ἐγὼ διεξελθὼν πρότερον οὕτω μεταβήσομαι πρὸς τοὺς ἐξηγησαμένους τὸ βιβλίον, ἅπαντας μὲν οἰομένους ἀφωρίσθαι τῆς προγεγραμμένης ῥήσεως τὴν νῦν ἡμῖν προκειμένην ἐξηγουμένους τε τὰς