Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.238
Not analysed yet
λέξεις αὐτῆς ἁπά|σας ὡς εἰς πρόγνωσιν συμφερούσας. ἐμοὶ δὲ φαίνεται τὸ προκείμενον ἐξ ἀρχῆς ἔτι καὶ νῦν διὰ ταύτης ὅλης κατασκευάζειν ὁ Ἱπποκράτης· προὔκειτο δὲ αὐτῷ δεῖξαι τὴν φύσιν πάντα ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρώπου πράττουσαν. ἀρξάμενος οὖν ἀπὸ τῶν ἔργων αὐτῆς, ὅσα κατὰ τὰ σώματα τῶν ζῴων ὑγιαινόντων ἐργάζεται, καὶ διελθὼν αὐτὰ κατὰ τὴν πρὸ ταύτης ῥῆσιν, ἑξῆς ὅσα κατὰ τὰς νοσώδεις διαθέσεις ἢ κοινὰς ὑγιαινόντων καὶ νοσούντων σωμάτων ἐπὶ σωτηρίᾳ τοῦ ζῴου ποιεῖ, κατὰ τὸν ἐνεστῶτα λόγον ἐδήλωσεν, ὧν ἕκαστον ἐγὼ κατὰ μέρος προχειριζόμενος ἐπιδείξω τινὰ μέν, ὡς ἔφην, ὄντα ἴδια νοσωδῶν διαθέσεων, ἔνια δὲ κοινὰ νοσοῦσί τε καὶ ὑγιαίνουσι. <καὶ μέντοι τὰ δάκρυα κοινὰ λέγομεν, καὶ γὰρ ὑγιαίνουσι> καὶ νοσοῦσι γίνεται, ποτὲ μὲν ἑπόμενα τῷ τρόπῳ τῆς κατὰ τοὺς ὀφθαλμοὺς νοσώδους διαθέσεως, ὥσπερ ὅταν φλεγμαίνωσι, ποτὲ δὲ τῆς φύσεως ἀποκρινούσης τὸ πλεονάζον ὑγρὸν ἢ γεννώσης τὸ λεῖπον ἐν τοῖς κατ' αὐτοὺς ἀδέσιν. οὕτως δὲ καὶ ἡ τῆς ῥινὸς ὑγρότης