Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.239
Not analysed yet
ἐκκενουμένων δι' αὐτῆς τῶν κατὰ τὸν ἐγκέφα|λον ἀθροιζομένων περιττωμάτων γίνεται. καὶ οἱ πταρμοὶ δὲ φύσεως μὲν ἔργον ὑπάρχουσιν ἀεί, γίνονται δὲ ἐπὶ νοσώδεσι διαθέσεσιν. ὀνομάζω δὲ νοσώδεις διαθέσεις οὐ μόνον ὅταν ἤδη νοσῶσιν, ἀλλὰ κἀπειδὰν ἄρχηταί τις αὐτῶν συνίστασθαι. οἵα γὰρ ἐπ' ὀφθαλμῶν ἐστιν ἡ τάραξις ἰδίως ὀνομαζομένη, φλεγμονῆς ἀρχή τις οὖσα, τοιαῦται πολλαὶ νοσώδεις διαθέσεις ἀρχόμεναι συνίστασθαι λύονται τῆς φύσεως ἐκκρινούσης τοὺς γεννῶντας αὐτὰς ἀτμούς τε καὶ χυμούς. εἴρηται δὲ περὶ πάντων τῶν τοιούτων ἐν ταῖς τῶν Συμπτωμάτων αἰτίαις. ἔνια μὲν γὰρ αὐτῶν ἀεὶ ὑπὸ τῆς φύσεως γίνεται, κωλυτικὰ δ' ἐστὶ νοσωδῶν διαθέσεων ἤτοι γεννωμένων ἢ γεννᾶσθαι μελλουσῶν, ὥσπερ ἔνια τῶν ἤδη γεγεννημένων τε καὶ συμπεπληρωμένων θεραπευτικά, καὶ τοῦτ' ἐστὶ τὸ τοὺς ἐξηγητὰς ἀπατῆσαν, ὡς οὐκ εἴη νῦν ὁ λόγος Ἱπποκράτους περὶ τῶν τῆς φύσεως ἔργων. ἀλλ' ἔν γε τοῖς τρισὶν ὑπομνήμασιν ἐν οἷς διέρχομαι Περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ἅπας οὗτος ὁ λόγος ἐξείργασταί μοι δεικνύντι τῆς φύσεως ἐνεργούσης γίνεσθαι τοιαῦτα πάντα |