Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.240
Not analysed yet
συμπτώματα, περὶ ὧν νῦν ὁ λόγος ἐνέστηκε. καὶ γὰρ ὁ τῶν ὤτων ῥύπος ὑπ' ἐκείνης γίνεται καθαιρούσης ἐγκεφάλου τὰ περιττώματα, καὶ ἡ βὴξ ἕνεκα τοῦ καθαρὰς ἐργάσασθαι τὰς ὁδοὺς τῆς ἀναπνοῆς ἐδείχθη γινομένη, καθάπερ γε καὶ λυγμὸς καὶ χάσμη καὶ σκορδινισμὸς ἐκκρίσεως ἕνεκεν περιττωμάτων. ἔνια δὲ τῶν εἰρημένων κατὰ τὴν προκειμένην ῥῆσιν οὐδὲ συμπτώματα ὅλως ἐστίν, ὥσπερ ἥ τε ἀναπνοὴ καὶ ἡ καθ' ὅλον τὸ σῶμα διαπνοή. δεδήλωται δὲ ὑπ' αὐτοῦ περὶ μὲν τῆς ἀναπνοῆς, ἔνθα φησίν· πνεύματος εἴσοδος, ἔξοδος, περὶ δὲ τῆς διαπνοῆς ἐφεξῆς, ἔνθα πάλιν ἔγραψε· "τροφῆς καὶ πνοῆς." σιάλου δὲ γένεσις ἐν τῷ στόματι τῶν προνοητικῶς ὑπὸ τῆς φύσεώς ἐστι γινομένων, ὥσπερ γε καὶ ἡ ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγὴ τῶν πτυέλων. εἴρηται δὲ καὶ περὶ τούτων ἐν τῇ προκειμένῃ ῥήσει κατὰ τήνδε τὴν λέξιν· στόματος σίαλον, ἀναγωγή. καὶ χρὴ τὸ μὲν στόματος σίαλον <αὐτὸ> καθ' ἑαυτὸ προενέγκασθαι, τὸ δ' ἀναγωγὴ μετ' αὐτὸ προσθέντας τὸ "πτυέλου", τάχα μὲν ἁμαρτηθέντος εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου τῶν ἀντι|