Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.25
Not analysed yet
νηται τοιοῦτος· "καὶ τοῖς κορυζώδεσι καὶ βραγχώδεσιν ἀπὸ τῶν ἐκ τῆς κεφαλῆς κατάρρων, ὅταν ἐπιγενομένου τοῦ πυρετοῦ πεφθῇ τὸ ψυχρὸν ἅμα καὶ ὑγρὸν ῥεῦμα καὶ πεφθὲν ἐκκριθῇ, βεβαίαν ἔλπιζε τὴν κρίσιν τοῦ νοσήματος γεγονέναι καὶ μηκέθ' ὑποτροπιάσαι τὸν ἄνθρωπον." Οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ ὡς Δαμναγόρᾳ, οἷσι δ' ἐν τούτοισι ψόφος <ὡς> Ἀρκεσιλάῳ. Καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει καί τινες προστιθέασιν αὐτῇ τὸ "ὅταν ἄρχωνται", τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον οἷσιν ἀφαιροῦντες καὶ ποιοῦντες τὴν λέξιν τοιαύτην· "ὅταν ἄρχωνται ἀφροδισιάζειν, φυσᾶται ἡ γαστήρ", βουλόμενοι τοὺς ἀρχομένους ἀφροδισίων, τουτέστι τοὺς πρῶτον ἐπιχειροῦντας τῷ ἔργῳ τούτῳ, πάσχειν τὰ <διὰ> τῆς ῥήσεως ἐφεξῆς δηλούμενα. καίτοι τὴν γραφὴν ταύτην οὔτε βιβλίον |